ἵνʼ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε· λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον. Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι· νυμφῶν ὑπὸ σπήλυγγα τὸν αὐτόστεγον σύαγρον ἐκβόλειον εὔθηρον κλύειν, ᾧ πλεῖστʼ ἀπαρχὰς ἀκροθινιάζομαι. Λυγκεὺς δʼ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως· ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς. καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων, ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου, συός εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα· τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται οὐκ ἀγνοῶ δʼ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν· ἔδυ δʼ ἐς ἄντρον ἀσχέδωρος ὥς. καὶ Σκίρας (εἷς δʼ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος) ἐν Μελεάγρῳ φησίν· ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ οὔτʼ ἀσχέδωρος νεμόμενος καπρώζεται. ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.
|