ΣΥΟΣ δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατʼ οὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου, προβάλλω, τὶς ἔφη, σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν. ὃ δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ἀλλʼ ὑμεῖς γε, ἔφη, ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε. προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ σ σῦς ἐτυμώτερον· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατʼ ἀρχὰς σ ὗς. οἳ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων· σὺ δʼ, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος. παρʼ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ. καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν. καὶ ὁ Δημόκριτος ἔφη· ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ· ξεῖνε, Φιλητᾶς εἰμί. λόγων ὁ ψευδόμενός με ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι.
|