DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
60

ΟΥΘΑΡ. Τηλεκλείδης Στερροῖς· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. Ἡρόδοτος δʼ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν ... σπανίως δʼ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ΥΠΟΓΑΣΤΡΙΟΝ δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ· ὑπογάστριον θύννου τι κἀκροκώλιον. Θεόπομπος Καλλαίσχρῳ· ἰχθύων δὲ δὴ ὑπογάστριʼ, Δάματερ. ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως· θύννων τε λευκὰ Σικελικῶν ὑπήτρια·
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Strattis
Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License