ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε, (προήρπασα γάρ σου τὸν λόγον) Ἀντιφάνης Βοιωτίῳ· καλέσας τε παρατίθησιν ἐν παροψίδι. καὶ Ἄλεξις ἐν Ἡσιόνῃ· ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκ ἔτʼ εἰς ἔμʼ ἔβλεπεν. καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ· καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες. Ἀχαιὸς δʼ ἐν Αἴθωνι σατυρικῷ· κεκερματίσθω δʼ ἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα. Σωτάδης δʼ ὁ κωμικὸς Παραλυτρουμένῳ· παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δʼ ἐμέ. ἀμφιβόλως δʼ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας φησὶ γὰρ ὁ φιλόσοφος· προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα. καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ· νὴ τὸν Δίʼ ... ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσʼ ἀπὸ τῶν ἡδυσμάτων, οὓς ὁ καλετας ἀξιοῖ τοῦ μηθενός. Νικοφῶν Σειρῆσιν· ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος. Πλάτων Ἑορταῖς· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. περὶ βολβῶν δʼ ἀρτύσεως καὶ σκευασίας τὸν λόγον ποιεῖται. οἱ δʼ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ· ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται.
|