σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ἀλλʼ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας· πολλοῖς δʼ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὔηνον ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δʼ ἀντιλέγειν οὐκ ἔτι τοῦτʼ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· σοὶ μὲν ταῦτα δοκοῦντʼ ἔστω, ἐμοὶ δὲ τάδε. τοὺς ξυνετοὺς δʼ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.
|