DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
30

περίεργον δʼ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι γόνυ κνήμης ἔγγιον καὶ περιῆλθον Ἀσίαν καὶ Εὐρώπην. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δʼ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε· ἧψε, μοὐδόκει, πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε. Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς· ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ; ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τινʼ ἐγχέας ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσʼ ἔτι ἕλξει διʼ αὑτῆς νοτίδα καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους σομφάς, διʼ ὧν τὴν ὑγρασίαν ἐκδέξεται· τὰ κρέα δʼ ἔσται τʼ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δʼ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. Α. Ἄπολλον, ὡς ἰατρικῶς. Γλαυκία, ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γʼ αὐτά, παῖ, ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλʼ ἄνω μάλʼ εἶσι καταφαγών. Α. πολλῷ γʼ ἀμείνων, ὡς ἔοικας, ἦσθʼ ἄρα λογογράφος μάγειρος. λέγεις οὐ λέγεις· τέχνην δʼ ὀνειδίζεις.
Kaibel Index Scriptorum
ALEXIS

PROVERBIA
STRATO
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Alexis

Menander
Philetas

Alignment

 

Digital Athenaeus Project     Creative Commons License