Book 9
ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν· σὺ δʼ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε· Α. γυνὴ καθεύδουσʼ ἐστὶν ἀργόν. Β. μανθάνω. Α. ἐγρηγορυίας δʼ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμʼ εἰς ἡδονὴν ἢ τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες εἰσʼ, ἀντιβολῶ σʼ; κἀν τοῖς δʼ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι· τὰ δʼ ἀλλότριʼ ἔσθʼ ὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντʼ ἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
|