DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
29

σφίγγʼ ἄρρενʼ, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφʼ· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσʼ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθύς μʼ ἐπηρώτησε προσβλέψας μέγα πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε. ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδʼ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, δεῖνʼ, δεῖνα· κατʼ ὄνομʼ ἀνελογιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. τί λέγεις; οὐδὲ εἷς; σφόδρʼ ἠγανάκτησʼ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. σῦν ἄρα θύεις ἐρυσίχθονʼ; οὔκ, ἔφην ἐγώ. βοῦν δʼ εὐρυμέτωπον; οὐ θύω βοῦν, ἄθλιε. μῆλα θυσιάζεις ἆρα; μὰ Δίʼ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δʼ. οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; μῆλα πρόβατʼ; οὐ μανθάνω .....τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμʼ· ὥσθʼ ἁπλῶς μοι διαλέγου. Ὅμηρον οὐκ οἶσθα λέγοντα; καὶ μάλα ἐξῆν βούλοιτʼ, μάγειρʼ, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; κατʼ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι. Ὁμηρικῶς γὰρ διανοεῖ μʼ ἀπολλύναι; οὕτω λαλεῖν εἴωθα. μὴ τοίνυν λάλει οὕτω παρʼ ἔμοιγʼ ὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο. τοῦτο δʼ ἐστὶ τί; κριθαί. τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει, ἐρεῖς σαφέστερόν θʼ βούλει μοι λέγειν; ἀτάσθαλός γʼ εἶ, πρέσβυ, φησʼ· ἅλας φέρε. τοῦτʼ ἔστι πηγός; ἀλλὰ δεῖξον χέρνιβα. παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθʼ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχʼ, ὀβελούς, ὥστε με τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. τὸν δʼ οὐκ ἂν ταχὺ ἔπεισεν Πειθὼ μὰ τὴν Γῆν οἶδʼ ὅτι.
Kaibel Index Scriptorum
STRATO

PROVERBIA
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Philetas
Strato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License