DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
54

Ὁμήρου δὲ εἰπόντος τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀκολούθως ἐποίησε καὶ Ἀρχίλοχος· πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω. οἱ δʼ Ἀττικοί, καθὼς Τρύφων φησί, τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ υ τὰς πληθυντικὰς οὐκ ἔτι ἀκολούθως ἐπιφέρουσιν. γοῦν Ἀριστοφάνης ἐν μὲν Ἀχαρνεῦσι· σκέψασθε (φησί) παῖδες τὴν κρατίστην ἔγχελυν. καὶ ἐν Λημνίαις· ἔγχελυν Βοιωτίαν. τὴν δʼ εὐθεῖαν ἐν Δαιταλεῦσι· καὶ λεῖος ὥσπερ ἔγχελυς. καὶ Κρατῖνος ἐν Πλούτοις· θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων. τὰς μέντοι πληθυντικὰς οὐκ ἔθʼ ὁμοίως τῷ ποιητῇ. Ἀριστοφάνης Ἱππεῦσιν· ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. καὶ δευτέραις Νεφέλαις· τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. ἐν Σφηξὶ δὲ δοτική· οὐ χαίρω δὲ βατίσιν, οὐδʼ ἐγχέλεσιν. Στράττις δʼ ἐν Ποταμίοις ἔφη· ἐγχέλεων ἀνεψιός. Σημωνίδης δʼ ἐν ἰάμβοις· ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ. καὶ τὴν αἰτιατικήν· ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην τρίορχον εὑρὼν ἐσθίοντʼ ἀφείλετο. Ἀριστοτέλης δʼ ἐν τοῖς περὶ ζῴων διὰ τοῦ ι ἔγχελις εἴρηκεν. ὅταν δʼ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ· ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας· ὅταν γὰρ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς, σαφῶς δηλοῖ ὅτι ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται. ἔνθεν καὶ τοὔνομα εἰς υς ἐπερατώθη. καὶ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη· τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες. ἰδικώτερον δὲ καὶ κατʼ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License