DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
132

ΥΚΑΙ. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων· θεὸς δέ οἱ ἱερὸς ὕκης. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ· σπάρον ὕκας ἀγεληίδας ἐπὶ φάγρον πέτρῃ ἀλωόμενον. Τίμαιος δʼ ἐν τῇ ιγʹ τῶν ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου (λέγω δὲ τῶν Ὑκάρων) διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· διʼ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δʼ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι· οὐδʼ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License