Book 6
σιωπήσαντος δʼ αὐτοῦ ὁ Μασσούριος ἔφη· ἀλλʼ ἐπειδὴ ὑπολείπεταί τινα περὶ τοῦ ἀμφὶ τοὺς οἰκέτας λόγου συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτα τῷ σοφῷ καὶ φιλτάτῳ Δημοκρίτῳ. Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ περὶ Καρῶν καὶ Λελέγων συγγράμματι καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. Φύλαρχος δʼ ἐν ἕκτῃ ἱστοριῶν καὶ Βυζαντίους φησὶν οὕτω Βιθυνῶν δεσπόσαι ὡς Λακεδαιμονίους τῶν εἱλώτων. περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων (δοῦλοι δʼ εἰσὶ καὶ οὗτοι) σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν ἱστοριῶν λέγων οὕτως· ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφʼ ἑκάστην στιβάδα τῶν τετελευτηκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων ἐπὶ τὰς στιβάδας. ὁ δʼ αὐτὸς ἱστορεῖ κἀν τῇ τριακοστῇ καὶ τρίτῃ τῶν ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. ἔτι Θεόπομπος ἐν τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἀρδιαίους φησὶ κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας.
|