DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
9

τὸ δʼ ὅλον τὸ πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλʼ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· οὗ ἐν τῇ γαμοποιίᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι συνεχοῦς οὔσης τῆς ἑστιάσεως καὶ τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν, ἐν αἷς παρείληπτο μὲν γαμουμένη πρὸς τοῦ νυμφίου, πέρας δʼ εἶχεν τοῦ Μεγαπένθους γάμος, αὐτοὶ δὲ μονάζοντες διῃτῶντο τε Μενέλαος καὶ Ἑλένη, μὴ συνέντες, ἀλλʼ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου ἔπους· τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, προσσυνῆψαν τοιούτους τινὰς στίχους· ὣς οἳ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους, μετενεγκόντες ἐκ τῆς Ὁπλοποιίας σὺν αὐτῷ γε τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλʼ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διόπερ μὲν Ἡσίοδός φησιν ἐν τῇ Ἀσπίδι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς Μοῦσαι Πιερίδες, καὶ Ἀρχίλοχος· αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα. καλεῖ δὲ Στησίχορος μὲν τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δʼ ἀγησίχορα τὰ προοίμια. Διόδωρος δʼ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. ἔπειτα κελεύει γράφειν· δοιὼ δὲ κυβιστητῆρε καθʼ αὑτοὺς ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατʼ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License