DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
20

ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες οἱ τότε. πολλαχοῦ γοῦν Ὅμηρός φησιν· ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. γὰρ θρόνος αὐτὸ μόνον ἐλευθέριός ἐστιν καθέδρα σὺν ὑποποδίῳ, ὅπερ θρῆνυν καλοῦντες ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθέζεσθαι τάσσουσιν, ὡς Φιλητᾶς· θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο. δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δʼ εὐτελέστερος ἦν δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντι δίφρον ἀεικέλιον, φησί, καταθεὶς ὀλίγην τε τράπεζαν. οἱ δὲ κρατῆρες αὐτοῖς, ὥσπερ ἔχει καὶ τοὔνομα, κεκραμένοι παρεστήκεσαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δʼ ἄλλοις ἐξ ἴσου διένεμον. γοῦν Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα φησί· σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχʼ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. προέπινον δʼ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς (τοῦτο γὰρ προεκπιεῖν ἐστιν), ἀλλὰ μεστὸν τὸν σκύφον· πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα. ὁσάκις δὲ καὶ τροφὰς ἐλάμβανον, προειρήκαμεν ἤδη ὅτι δὴ τρεῖς ἦσαν διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γάρ εἰσιν οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον, ἐπεὶ ποιητὴς ἔφη σὺ δʼ ἔρχεο δειελιήσας, οὐ νοοῦντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. ὅμως δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς. διαμαρτάνουσι δὲ πολλοὶ παρὰ τῷ ποιητῇ ἐφεξῆς τιθέντες τούτους τοὺς στίχους· σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας. εἰ γὰρ εἴδατα παρέθηκεν ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. διόπερ τὸ δίστιχον ἀπαρκεῖ. ἀπαλλαγέντων δὲ τῶν δειπνούντων αἱ τράπεζαι ἐβαστάζοντο, ὥσπερ παρὰ τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν, ἐφʼ ὧν καὶ λέγει· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός, δῆλον ὡς τὰ ἀγγεῖα. καὶ γὰρ τῶν ὅπλων τὰ σκεπαστικά, θώρακα καὶ κνημῖδας καὶ τὰ τούτοις ἐμφερῆ λέγουσιν ἔντη, καθάπερ ἀγγεῖα τῶν τοῦ σώματος μερῶν ὄντα. τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζονας Ὅμηρος μέγαρα καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας ὀνομάζουσι.
Kaibel Index Scriptorum
HOMERVS

PHILETAS
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License