DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
19

πᾶσα δὲ συμποσίου συναγωγὴ παρὰ τοῖς ἀρχαίοις τὴν αἰτίαν εἰς θεὸν ἀνέφερε, καὶ στεφάνοις ἐχρῶντο τοῖς οἰκείοις τῶν θεῶν καὶ ὕμνοις καὶ ᾠδαῖς. καὶ δοῦλος οὐδεὶς ἦν διακονήσων, ἀλλʼ οἱ νέοι τῶν ἐλευθέρων ᾠνοχόουν, ὡς τοῦ Μενελάου υἱὸς καίτοι νυμφίος ὑπάρχων καὶ ἐν αὐτοῖς τοῖς γάμοις. παρὰ δὲ τῇ καλῇ Σαπφοῖ καὶ Ἑρμῆς οἰνοχοεῖ τοῖς θεοῖς. καὶ τἄλλα δὲ πάντα παρεσκεύαζον τοῖς δειπνοῦσιν ἐλεύθεροι. καὶ οἱ δειπνήσαντες ἀπελύοντο φωτὸς ὄντος. ἐν ἐνίοις δὲ καὶ τῶν Περσικῶν συμποσίων ἐγίνοντό τινες καὶ βουλαί, καθάπερ ἐν τῷ τοῦ Ἀγαμέμνονος κατὰ τὴν στρατείαν. τὸ δὲ τοῦ Ἀλκινόου συμπόσιον, πρὸς ἀποτέταται τοῦ Ὀδυσσέως λόγος· οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα, δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ, ξένου ὑποδοχὴν ἔχει, ὄντων καὶ αὐτῶν τῶν Φαιάκων τρυφερῶν. ὅπερ συμβάλλων τις πρὸς τὰ τῶν φιλοσόφων συμπόσια κοσμιώτερον ἂν εὕροι, καίτοι τοῦτο περιέχον καὶ ἱλαρότητα καὶ παιδιὰν εὐσχήμονα. μετὰ γὰρ τὸν ἀγῶνα τὸν γυμνικὸν ᾄδει ᾠδὸς ἀμφʼ Ἄρεος φιλότητα μῦθόν τινα χλεύῃ κεκραμένον, καίτοι εἰς τὴν μνηστηροφονίαν ὑποθηκῶν ὑποτιθεμένων τῷ Ὀδυσσεῖ, ὡς τοῦ Ἡφαίστου καὶ τοῦ Κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρη καταγωνισαμένου.
Kaibel Index Scriptorum
HOMERVS
SAPPHO

PHILETAS
Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Homerus

Herodicus
Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License