DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
10

ἀλλʼ ὅπερ εἶπον, τῶν ἀκροαμάτων εἰς τὸ σῶφρον τοῦτο συμπόσιον εἰσαγωγὴ παρέγγραφός ἐστιν ἐκ τοῦ Κρητικοῦ χοροῦ μετενηνεγμένη, περὶ οὗ φησιν ἐν Ὁπλοποιίᾳ· ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις, τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντʼ, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι. τούτοις γὰρ ἐπιβάλλει· πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος τερπόμενος· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. τοῖς μὲν οὖν Κρησὶν τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην· Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ. ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα· Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δʼ ὄργανον Μολοσσόν. οἱ δὲ λεγόμενοι Λακωνισταί, φησὶν Τίμαιος, ἐν τετραγώνοις χοροῖς ᾖδον. καθόλου δὲ διάφορος ἦν μουσικὴ παρὰ τοῖς Ἕλλησι, τῶν μὲν Ἀθηναίων τοὺς Διονυσιακοὺς χοροὺς καὶ τοὺς κυκλίους προτιμώντων, Συρακοσίων δὲ τοὺς ἰαμβιστάς, ἄλλων δʼ ἄλλο τι. δʼ Ἀρίσταρχος οὐ μόνον εἰς τὸ τοῦ Μενελάου συμπόσιον ἐμβαλὼν οὓς οὐ προσῆκε στίχους καὶ τῆς Λακώνων παιδείας ἀλλότριον ἐποίησε καὶ τῆς τοῦ βασιλέως σωφροσύνης, ἀλλὰ καὶ τοῦ Κρητικοῦ χοροῦ τὸν ᾠδὸν ἐξεῖλεν, ἐπιτεμὼν τὰ ποιήματα τὸν τρόπον τοῦτον· πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος τερπόμενος· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. ὥστʼ ἀνίατον γίνεσθαι παντάπασι τὸ ἐξάρχοντες, μηκέτι δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License