DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
1

ἀλλʼ ἐπεὶ πολὺς οὕτως λόγος συμποσίων πέρι διήντληται, Τιμόκρατες, ἐν τοῖς πρὸ τούτων, παρελίπομεν δὲ αὐτῶν τὰ χρησιμώτατα καὶ οὐ βαροῦντα τὴν ψυχήν, ὠφελοῦντα δὲ καὶ τρέφοντα κατὰ πανδαισίαν, ἅπερ θεῖος Ὅμηρος παρεισήγαγε, μνημονεύσω καὶ τὰ περὶ τούτων λεχθέντα ὑπὸ τοῦ πάντα ἀρίστου Μασουρίου. ἡμεῖς γὰρ κατὰ τὸν καλὸν Ἀγάθωνα τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα, τὸ δʼ ἔργον ὡς πάρεργον ἐκπονούμεθα. φησὶ δʼ οὖν ποιητὴς περὶ τοῦ Μενελάου τὸν λόγον ποιούμενος· τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ἐνὶ οἴκῳ, ὡς νενόμισται ἄγειν συμπόσια περὶ τοὺς γάμους τῶν τε γαμηλίων θεῶν ἕνεκα καὶ τῆς οἱονεὶ μαρτυρίας. τὸ δὲ πρὸς τοὺς ξένους συμπόσιον τῆς Λυκίας βασιλεὺς διδάσκει οἷον εἶναι δεῖ, τὸν Βελλεροφόντην μεγαλοπρεπῶς δεξάμενος· ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσε.
Kaibel Index Scriptorum
AGATHO
HOMERVS

Kaibel Dialogi Personae
MASVRIVS
TIMOCRATI

Meineke Index Scriptorum
Agathon
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License