Book 4
Δοῦρις δʼ ἐν ζʹ Μακεδονικῶν περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως ὅτι ἄσωτος ἦν γράφει καὶ τάδε· Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον ὃ ᾐτήσατο. πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο διʼ ἀσωτίαν πεντήκοντα ταλάντων Πυγμαλίωνι τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν· καὶ λαβὼν τὰ χρήματα κατεγήρασεν ἐν Ἀμαθοῦντι. τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετʼ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτʼ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν.
|