DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
57

εἰ δʼ ὑμεῖς ὄντως, φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τῶν δείπνων τὰ εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι ὅτι δʼ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν τι αἰτῆσαι ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων (οὐδὲ γὰρ χαριτογλωσσεῖν ἡμᾶς θέμις), δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ. ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δʼ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως Λίνος· βιβλίον ἐντεῦθεν τι βούλει προσελθὼν γὰρ λαβέ, ἔπειτʼ ἀναγνώσει πάνυ γε διασκοπῶν ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ. Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι, Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν ἐπὶ τί μάλισθʼ ὥρμηκε. ΗΡ. τουτὶ λαμβάνω. ΛΙΝ. δεῖξον τί ἐστι πρῶτον. ΗΡ. ὀψαρτυσία, ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. ΗΡ. Σῖμος δʼ ἐστὶ τίς; ΛΙΝ. μάλʼ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δʼ ὀψοποιῶν ὑποκριτής ... ΛΙΝ. βούλιμός ἐσθʼ ἅνθρωπος. ΗΡ. ὅτι βούλει λέγε· πεινῶ γάρ, εὖ τοῦτʼ ἴσθι.
Kaibel Index Scriptorum
ALEXIS

DIOGENES
SOPHOCLES
Kaibel Dialogi Personae
MAGNVS

CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License