DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
9

Παρμένων δʼ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν· ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα Καναῖα φόρτον. ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων Ἐφέσιος καὶ Νίκανδρος Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε· πλὴν τό γʼ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστʼ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους. τῶν δʼ ἐν Πάρῳ τῇ νήσῳ διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν Ἀρχίλοχος μνημονεύει λέγων οὕτως· ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον. τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ ἄλλα τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License