καὶ ὁ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτων οὐ πρότερον, ἔφη, δειπνήσομεν, ἕως ἂν καὶ παρʼ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν ἄρτοι, φησίν, οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθʼ οἱ σεμιδαλῖται, μεθʼ οὓς οἱ ἀλευρῖται, εἶθʼ οἱ συγκομιστοὶ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι. Φιλιστίων δʼ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθʼ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροί τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δʼ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δʼ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δʼ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητός τε διὰ τὸ ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτοι καὶ δυσοικονόμητοι. ὁ δὲ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπίμιξιν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισὸν κακοστομαχώτερος γάρ. ὁ δὲ κλιβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει· εὔχυλος γὰρ καὶ εὐστόμαχος καὶ εὔπεπτος καὶ πρὸς ἀνάδοσιν ῥᾷστος· οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινάς φησιν ἐν Συρίᾳ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φαγόντας τριχορρυεῖν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν· πέττεσθαι γὰρ αὐτοὺς καὶ οὐ μετὰ πολλοῦ πόνου. τὸν δʼ ἐκ τῶν ζειῶν ἄρτον ἄδην φησὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον· διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν ἐσθίοντας. εἰδέναι δὲ ὑμᾶς δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τριφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.
|