DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
82

καὶ ΜΑΖΑΣ δʼ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι καὶ παρʼ ἄλλοις πλείοσιν. παρʼ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην, ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον· καὶ ἴσως αὕτη ἐστὶν ἐξ Ἀχιλλείων κριθῶν γινομένη· θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον .... καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρʼ Ἀπολλοφάνει ἐν Δαλίδι. αἱ δὲ παρʼ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως Ἀλκμάν· θριδακίσκας τε καὶ κριβανωτός. Σωσίβιος δʼ ἐν γʹ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ Ἡσίοδος δὲ μᾶζάν τινʼ ἀμολγαίαν καλεῖ· μᾶζά τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν· ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν οὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης Ἀθηναῖος ἐν γʹ τῶν πρὸς τὰς ἱερουργίας. ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπʼ αὐτοῦ Ἀττικοπέρδιξ. καὶ Οὐλπιανὸς ἔφη· δʼ ἀπελεύθερος παρὰ τίνι κεῖται; εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δʼ ἐν Ῥαπιζομένῃ καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος ... πάλιν ἔφη· τίνι δὲ διαφέρει ἐξελευθέρου; ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.
Kaibel Dialogi Personae
MAGNVS
VLPIANVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License