ὅτι δʼ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν· ἀπόλωλα, πέπλων μʼ ὤλεσαν περιπτυχαί. μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ Ἄλεξις, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως· καὶ πλεκτάνην στιφρὰν σφόδρʼ ἐπὶ τούτοις τέ που αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου. ἡπάτιον δʼ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ Εὔβουλός τʼ ἐν Δευκαλίωνι δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρʼ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ χολὴν γὰρ οὐκ ἔχεις ἐφʼ ἥπατι. ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ οὐκ ἔχειν χολήν· οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δʼ ἡπάτῳ μοι διελέγου; ἐγὼ δέ γʼ εἰμὶ τῶν μελαμπύγων ἔτι. Ἡγήσανδρος δʼ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ἐν τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.
|