ἐν δὲ Μούσαις γράφεται ἀντὶ τοῦ κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστʼ ἰσωνία κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δʼ ἅδιστον κρέας. τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δʼ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δʼ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρʼ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή· πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον, ἧς ἐπὶ τέλει γεγράφθαι· ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς. ὁ δʼ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δὲ ἡνίκʼ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρʼ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ· ἀλλʼ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη. πάλιν δʼ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι· κἄν τις ἑλλήνων τὸν ἀναρίταν, θᾶσαι δὴ καὶ λεπὰς ὅσσα. παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται· μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος. ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν χηράμβας ὀνομάζει. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται, τοῦ δʼ ἀναρίτου Ἴβυκος καλεῖται δʼ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δʼ ἐν Συνεργαζομέναις· προσφὺς ὅκως τις χοιράδων ἀναρίτης. Αἰσχύλος δʼ ἐν Πέρσαις τις ἀνηρει τοὺς νήσους νηριτοτρόφους εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται.
Kaibel Dialogi Personae
|