DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
86

ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν· οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα, εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον· δʼ ἐπινεύει πᾶσι τούτοις, φησὶ Μένανδρος πάλιν· τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνουσʼ, εἶτα μετὰ τὴν πορφύραν τοῦτʼ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλʼ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη. Ἀντιφάνης· τί φής; ἐνθάδʼ οἴσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν; εἶθʼ ὥσπερ οἱ πτωχοὶ χαμαὶ ἐνθάδʼ ἔδομαι .... καί τις ὄψεται. αὐτός· εὐτρέπιζε δὴ ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.
Kaibel Index Scriptorum
ANTIPHANES
DIPHILVS
MENANDER
Kaibel Dialogi Personae
TIMOCRATI
Meineke Index Scriptorum
Diphilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License