DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
83

Φαινίας δʼ ἐν εʹ περὶ φυτῶν ΚΑΚΤΟΝ Σικελικήν τινα καλεῖ, ἀκανθῶδες φυτόν, ὡς καὶ Θεόφραστος ἐν ἕκτῳ περὶ φυτῶν· δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δʼ οὐκ ἔστι. ἀφίησι δʼ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους· τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καυλοὺς δὲ τοὺς καλουμένους κάκτους. ἐδώδιμοι δʼ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ, ἐδώδιμον καὶ τοῦτο· καλοῦσι δʼ αὐτὸ ἀσκάληρον. τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακρὰν ὄντων τῆς Σικελίας, περιφανῶς δʼ ὑπὸ τῶν Ἑλλήνων κινάραν ὀνομαζομένην; ἀλλαγῇ γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἴη. σαφῶς δʼ ἡμᾶς διδάσκει καὶ Ἐπίχαρμος μετὰ τῶν ἐδωδίμων λαχάνων καὶ τὴν κάκτον καταλέγων οὕτως· . . . . . . . . . μήκων . . . μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν ἐντὶ λαχάνοις . . . . εἶτα προιών· αἴ κά τις ἐκτρίψας καλῶς παρατιθῇ νιν, ἁδύς ἐστʼ· αὐτὸς δʼ ἐφʼ αὑτοῦ χαιρέτω. καὶ πάλιν· θρίδακας, ἐλάταν, σχῖνον, ... ῥαφανίδας, κάκτους ... καὶ πάλιν· δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν, ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδʼ, ἀτράκτυλον. πτέριν, κάκτον, ὀνόπορδον. καὶ Φιλητᾶς Κῷος· γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα, ὀξείης κάκτου τύμμα φυλαξαμένη.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Epicharmus

Philetas
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License