DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 2

Paragraph
40

ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος· ῥοδῆς τε καλὸν ἄνθος. Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατʼ ὀξεῖαν τάσιν. Φιλόξενος δʼ ἀμφότερον περισπᾷ. Εὔπολις· ... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν. Ἀριστοφάνης· ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. Φρύνιχος· ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον. ἄλλοι δὲ ἀμυγδαλὰς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου. ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην· μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License