ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφʼ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος. ΔΑΜΑΣΚΗΝΑ. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων. κοκκύμηλα οὖν ἐστι ταῦτα· ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ· στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης. Ἄλεξις· καὶ μὴν ἐνύπνιον οἴομαί γʼ ἑορακέναι νικητικόν. Β. λέγʼ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή· ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν ... στεφάνῳ κυλιστῷ κοκκυμήλων — Β. Ἡράκλεις. Α. πεπόνων ... πάλιν· ἑόρακας ἤδη πώποτʼ ἐσκευασμένον ἤνυστρον ἢ σπλῆνʼ ὀπτὸν ὠνθυλευμένον ἢ κοκκυμήλων σπυρίδα πεπόνων; τοιοῦτʼ ἔχει τὸ μέτωπον. Νίκανδρος· μῆλον ὃ κόκκυγος καλέουσι. Κλέαρχος δʼ ὁ περιπατητικός φησι Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος· ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε. καὶ πάλιν· ὅσον μῆλον βραβίλοιο ἥδιον. ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δʼ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δʼ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι· τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει· κοκκυμηλέα καὶ σποδιάς· τοῦτο δʼ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα. Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα.
Kaibel Dialogi Personae
|