τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγων· οὐκ ἂν μύροισι γραῦς ἐοῦσʼ ἠλείφετο. καὶ ἀλλαχοῦ δʼ ἔφη· ἐσμυρισμένας κόμας καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο. μύρρα γὰρ ἡ σμύρνα παρʼ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης. ὁ δὲ Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαιον δʼ αὐτὰ καλεῖ μετʼ ἐπιθέτου· ῥοδόεντι δʼ ἔχριεν ἐλαίῳ. καὶ ἀλλαχοῦ δὲ λέγει τι τεθυωμένον. καὶ ἡ Ἀφροδίτη δὲ παρʼ αὐτῷ τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ἐξ ἀνθέων. περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, ἃ δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει· ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν ἀμβροσίῳ ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀυτμή.
|