Book 15
ΙΣΘΜΙΑΚΟΝ. οὕτως τοῦτον καλούμενον στέφανον Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως· τί οὖν ποιῶμεν; χλανίδʼ ἐχρῆν λευκὴν λαβεῖν· εἶτʼ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. Σιληνὸς δʼ ἐν ταῖς Γλώσσαις φησίν· Ἴσθμιον στέφανον. Φιλητᾶς δέ φησι· Ἴσθμιος στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμου. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον. Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθʼ ἑνὸς Ἴσθμιον, στέφανον. οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως ....
|