DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
55

ΣΤΑΙΤΙΤΑΣ πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος. μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ σταῖς δʼ ἐστὶν ὑγρὸν εἰς τήγανον ὑποχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν. ΧΑΡΙΣΙΟΣ. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν· ἐγὼ δʼ ἑλὼν πέμψω πλακοῦντʼ ἐς ἑσπέραν χαρίσιον. Εὔβουλος δʼ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει· ἐξεπήδησʼ ἀρτίως πέττουσα τὸν χαρίσιον. ΕΠΙΔΑΙΤΡΟΝ πλακουντῶδες μάζιον ἐπὶ τῷ δείπνῳ ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων. ΝΑΝΟΣ ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος. ΨΩΘΙΑ τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις· λήψει δʼ ἐν Ἅιδου κραπάταλον τριωβόλου καὶ ψωθία. Ἀπολλόδωρος δʼ Ἀθηναῖος καὶ Θεόδωρος δʼ ἐν Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, τινὰς ὀνομάζειν ἀτταράγους. ΙΤΡΙΟΝ πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως· ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δʼ ἐξέπιον κάδον. Ἀριστοφάνης Ἀχαρνεῦσιν· πλακοῦντες, σησαμοῦντες, ἴτρια. Σοφοκλῆς Ἔριδι· ἐγὼ δὲ πεινῶσʼ αὖ πρὸς ἴτρια βλέπω. ΑΜΟΡΑΙ. τὰ μελιτώματα Φιλητᾶς ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δʼ ἐστὶν πεπεμμένα. ΤΑΓΗΝΙΤΗΣ πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος. μνημονεύει Μάγνης ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ· ταγηνίας ἤδη τεθέασαι χλιαροὺς σίζοντας, ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι; καὶ Κρατῖνος ἐν Νόμοις· καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας. ΕΛΑΦΟΣ πλακοῦς τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου. ΝΑΣΤΟΣ πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License