πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω. οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων Πίνακι ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίτου. ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ὑπʼ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει· ὃν Ξανθίππης κατακλασάσης ὁ Σωκράτης οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου. τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς. ἐγὼ δὲ φιλοπλάκουντος ὢν οὐκ ἂν περιεῖδον τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. μνημονεύων οὖν ὁ κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως· μόνος δʼ ἄγευστος, ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος. ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικήν· συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατʼ ἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου· λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ· ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας. ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος ὁ φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν· πλακουντοποιὸν ὠνομασμένην Σάμον.
|