DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
45

Βάτων δʼ Σινωπεὺς ῥήτωρ ἐν τῷ περὶ Θεσσαλίας καὶ Αἱμονίας σαφῶς ἐμφανίζει τὴν τῶν Σατουρναλίων ἑορτὴν Ἑλληνικωτάτην, φάσκων αὐτὴν παρὰ τοῖς Θεσσαλοῖς Πελώρια καλεῖσθαι, γράφων οὕτως· θυσίας κοινῆς τοῖς Πελασγοῖς γινομένης ἀπαγγεῖλαί τινα τῷ Πελασγῷ ἄνδρα, ὄνομα ἦν Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν μεγάλων γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν ἅπασαν γεγυμνῶσθαι καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην τῷ Πελώρῳ παραθεῖναι. καὶ τοὺς ἄλλους δὲ φιλοφρονουμένους ἕκαστον φέρειν τι ἔχοι παρʼ αὑτῷ βέλτιστον καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγγείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, καθότι ἑκάστῳ καιρὸς παρέπιπτεν. διόπερ φασίν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς ... καὶ θύοντας Διὶ Πελωρίῳ τραπέζας τε λαμπρῶς κοσμοῦντας παρατιθέναι καὶ οὕτως φιλάνθρωπον τε τὴν πανήγυριν συντελεῖν, ὥστε καὶ τοὺς ξένους ἅπαντας ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας μετὰ πάσης παρρησίας ἑστιᾶν, διακονούντων αὐτοῖς τῶν δεσποτῶν· καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὺς μεγίστην ἑορτὴν ἄγοντας προσαγορεύειν Πελώρια.
Kaibel Index Scriptorum
BATO
EVPOLIS

MACAREVS
PHYLARCHVS
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License