DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
43

δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως· ταῦτʼ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης ἐν ἐννέʼ ἂν χορδαῖς κατεγλυκάνατο. καὶ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν· τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε ἀρχαῖον ἀείδειν. δὲ Γνήσιππος ἔστʼ ἀκούειν, ὃς νυκτερίνʼ εὗρε μοιχοῖς ἀείσματʼ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον. Κρατῖνος ἐν Μαλθακοῖς· τίς ἄρʼ ἐρῶντά μʼ οἶδεν, Γνήσιππε, ἐγὼ πολλῇ χολη. οἴομαι ... μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν. σκώπτει δʼ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις· ὃς οὐκ ἔδωκʼ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δʼ, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ ἐμοὶ διδάσκειν οὐδʼ ἂν εἰς Ἀδώνια. ἐν δὲ ταῖς Ὥραις· ἴτω δὲ καὶ τραγῳδίας Κλεομάχου διδάσκαλος μετʼ αὐτόν, παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά. Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License