τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ. Φιλόχορος δʼ ἐν γʹ Ἀτθίδος Λύσανδρος, φησίν, ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν, ᾗ πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν, καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος. Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσαι Μέναιχμος. Τιμόμαχος δʼ ἐν τοῖς Κυπριακοῖς Στήσανδρον λέγει τὸν Σάμιον ἐπὶ πλεῖον αὐξῆσαι τὴν τέχνην καὶ πρῶτον ἐν Δελφοῖς κιθαρῳδῆσαι τὰς καθʼ Ὅμηρον μάχας, ἀρξάμενον ἀπὸ τῆς Ὀδυσσείας. ἄλλοι δὲ πρῶτόν φασιν παρʼ Ἐλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους Ἀμητορίδας καλεῖσθαι. Ἀριστόξενος δέ φησιν· ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς εὗρον, οὕτως καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώπας· ὃν ἐζήλωσαν Πολύευκτός τε ὁ Ἀχαιὸς καὶ Διοκλῆς ὁ Κυναιθεύς. καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς Σοφιστὰς γράφων οὕτως· Τελένικος ὁ Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι. τοῦ Ἀργᾶ μνημονεύει Ἄλεξις ἐν Ἀποβάτῃ οὕτως· Χορόνικος ὁ ποιητὴς ὁδί. Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ. Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ κρείττων. καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ· ὃ μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται· ὡς δʼ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτʼ ἐσχεδίασε δριμέως ενπαπαι, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι κωδωνίσας πέμψαι σʼ ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.
|