DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
36

καὶ ὃς ἔφη· Δίδυμος γραμματικὸς ἐν ταῖς εἰς Ἴωνα Ἀντεξηγήσεσιν, ἑταῖρε Αἰμιλιανέ, μάγαδιν αὐλὸν ἀκούει τὸν κιθαριστήριον· οὗ μνημονεύειν Ἀριστόξενον ἐν πρώτῳ περὶ Αὐλῶν Τρήσεως λέγοντα πέντε γένη εἶναι αὐλῶν, παρθενίους, παιδικούς, κιθαριστηρίους, τελείους, ὑπερτελείους. ἐλλείπειεν οὖν δεῖ παρὰ τῷ Ἴωνι τόν τε σύνδεσμον, ἵνʼ μάγαδις αὐλός θʼ προσαυλούμενος τῇ μαγάδιδι. γὰρ μάγαδις ὄργανόν ἐστι ψαλτικόν, ὡς Ἀνακρέων φησί, Λυδῶν τε εὕρημα. διὸ καὶ τὰς Λυδὰς ψαλτρίας φησὶν εἶναι Ἴων ἐν τῇ Ὀμφάλῃ διὰ τούτων· ἀλλʼ εἶα, Λυδαὶ ψάλτριαι παλαιθέτων ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε. Θεόφιλος δʼ κωμικὸς ἐν Νεοπτολέμῳ καὶ τὸ τῇ μαγάδιδι ψάλλειν μαγαδίζειν λέγει ἐν τούτοις· πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους· οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος. Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων παλαιὸν μέν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δʼ ὀψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δʼ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Μέναιχμος δʼ ἐν τοῖς περὶ Τεχνιτῶν τὴν πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδιδι, Σαπφώ φησιν εὑρεῖν. Ἀριστόξενος δὲ τὴν μάγαδιν καὶ τὴν πηκτίδα χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. διόπερ καὶ Πίνδαρον εἰρηκέναι ἐν τῷ πρὸς Ἱέρωνα σκολίῳ, τὴν μάγαδιν ὀνομάσαντα ψαλμὸν ἀντίφθογγον, διὰ τὸ διὰ δύο γενῶν ἅμα καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν ἀνδρῶν τε καὶ παίδων. καὶ Φρύνιχος δʼ ἐν Φοινίσσαις εἴρηκε· ψαλμοῖσιν ἀντίσπαστʼ ἀείδοντες μέλη. καὶ Σοφοκλῆς ἐν Μυσοῖς· πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά τε Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.
Kaibel Dialogi Personae
MASVRIVS

AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License