DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
35

εἰπόντος δὲ ἐπὶ τούτοις Αἰμιλιανοῦ· ἀλλὰ μήν, ἑταῖρε Μασούριε, πολλάκις καὶ αὐτὸς ἐν ἐννοίᾳ γίνομαι, μουσικῆς ὢν ἐραστής, περὶ τῆς μαγάδιδος καλουμένης, πότερον αὐλῶν εἶδος κιθάρας ἐστίν. μὲν γὰρ ἥδιστος Ἀνακρέων λέγει που· ψάλλω δʼ εἴκοσι ... χορδαῖσι μάγαδιν ἔχων· Λεύκασπι, σὺ δʼ ἡβᾷς. Ἴων δʼ Χῖος ἐν Ὀμφάλῃ ὡς περὶ αὐλῶν λέγει διὰ τούτων· Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς. ὅπερ ἐξηγούμενος ἰαμβεῖον Ἀρίσταρχος γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος Ῥόδιος φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησιν εἶναι τὸν μάγαδιν, οὔτʼ Ἀριστοξένου τοῦτʼ εἰπόντος ἐν τοῖς περὶ Αὐλητῶν ἐν τοῖς περὶ Αὐλῶν καὶ Ὀργάνων, ἀλλὰ μὴν οὐδὲ Ἀρχεστράτου· πεποίηται γὰρ καὶ τούτῳ δύο βυβλία περὶ Αὐλητῶν. οὐκ εἶπεν δὲ τοῦτο οὐδὲ Πύρρανδρος ἐν τῷ περὶ Αὐλητῶν, οὐδὲ Φίλλις Δήλιος· ξυνέγραψε γὰρ καὶ οὗτος περὶ Αὐλητῶν καὶ Εὐφράνωρ. Τρύφων δʼ ἐν δευτέρῳ περὶ Ὀνομασιῶν λέγει οὕτως δὲ μάγαδις καλούμενος αὐλός. καὶ πάλιν· μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησίν· μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα. τὴν ἀπορίαν οὖν μοι ταύτην οὐδεὶς ἄλλος δυνήσεται ἀπολύσασθαι, καλὲ Μασούριε, σύ.
Kaibel Dialogi Personae
AEMILIANVS

MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License