DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
34

ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών· Ζεῦ, καλόν γʼ ἔστʼ ἀποθανεῖν αὐλούμενον. τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον. μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης ἔφη Μασσούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων, χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι· ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης. καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον περὶ Ὀργάνων. καὶ Ἀνδρέας Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν, ὡς ἀπὸ δύο νεῶν προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι· καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ ὅταν ἐξαρθῇ γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιουμένων, ὅμοιον δέ τί ἐστιν καὶ τὸ τῆς σαμβύκης. Μόσχος δʼ ἐν πρώτῳ Μηχανικῶν Ῥωμαικὸν εἶναι λέγει τὸ μηχάνημα καὶ Ἡρακλείδην τὸν Ταραντῖνον εὑρεῖν αὐτοῦ τὸ εἶδος. Πολύβιος δʼ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν Μάρκελλος, φησί, δυσχρηστούμενος ἐν τῇ Συρακουσῶν πολιορκίᾳ ὑπὸ τῶν Ἀρχιμήδους κατασκευασμάτων ἔλεγεν ταῖς μὲν ναυσὶν αὑτοῦ κυαθίζειν ἐκ θαλάσσης Ἀρχιμήδην, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκ πότου μετʼ αἰσχύνης ἐκπεπτωκέναι.
Kaibel Dialogi Personae
MASVRIVS

AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License