περὶ δὲ μουσικῆς τῶν μὲν τάδε λεγόντων, ἄλλων δʼ ἄλλα γʼ ὁσημέραι, πάντων δʼ ἐπαινούντων τὴν παιδείαν ταύτην, Μασούριος ὁ πάντα ἄριστος καὶ σοφὸς (καὶ γὰρ νόμων ἐξηγητὴς οὐδενὸς δεύτερος καὶ περὶ μουσικὴν ἐνδιατρίβων αἰεί· ἅπτεται γὰρ καὶ τῶν ὀργάνων) ἔφη· ὁ μὲν κωμῳδιοποιὸς Εὔπολις, ἄνδρες φίλοι, φησί· χἠ μουσικὴ πρᾶγμʼ ἐστὶ βαθὺ τι καὶ καμπύλον, αἰεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις. διόπερ καὶ Ἀναξίλας ἐν Ὑακίνθῳ φησίν· ἡ μουσικὴ δʼ ὥσπερ Λιβύη, πρὸς τῶν θεῶν, αἰεί τι καινὸν κατʼ ἐνιαυτὸν θηρίον τίκτει. μέγας γάρ, ὦ μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν, θησαυρός ἐστιν καὶ βέβαιος ἡ μουσικὴ ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε. καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν διʼ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν πραύνομαι. καὶ ὁ Ὁμηρικὸς δὲ Ἀχιλλεὺς τῇ κιθάρᾳ κατεπραύνετο, ἣν αὐτῷ ἐκ τῶν Ἠετίωνος λαφύρων μόνην Ὅμηρος χαρίζεται, καταστέλλειν τὸ πυρῶδες αὐτοῦ δυναμένην. μόνος γοῦν ἐν Ἰλιάδι ταύτῃ χρῆται τῇ μουσικῇ. ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ Θεόφραστος ἱστόρησεν ἐν τῷ περὶ Ἐνθουσιασμοῦ, ἰσχιακοὺς φάσκων ἀνόσους διατελεῖν, εἰ καταυλήσοι τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ. ταύτην δὲ τὴν ἁρμονίαν Φρύγες πρῶτοι εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρὰ τοῖς Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς τὰς προσηγορίας ἔχειν· οἷός ἐστιν ὁ παρὰ Ἀλκμᾶνι Σάμβας καὶ Ἄδων καὶ Τῆλος, παρὰ δὲ Ἱππώνακτι Κίων καὶ Κώδαλος καὶ Βάβυς, ἐφʼ ᾧ καὶ ἡ παροιμία ἐπὶ τῶν αἰεὶ πρὸς τὸ χεῖρον αὐλούντων κάκιον ἢ Βάβυς αὐλεῖ. ὁ δʼ Ἀριστόξενος τὴν εὕρεσιν αὐτῆς Ὑάγνιδι τῷ Φρυγὶ ἀνατίθησιν.
|