οὐκ ἀπελείποντο δὲ ἡμῶν τῶν συμποσίων οὐδὲ ῥαψῳδοί. ἔχαιρε γὰρ τοῖς Ὁμήρου ὁ Λαρήνσιος ὡς ἄλλος οὐδὲ εἷς, ὡς λῆρον ἀποφαίνειν Κάσανδρον τὸν Μακεδονίας βασιλεύσαντα, περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν ὅτι οὕτως ἦν φιλόμηρος ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά· καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. ὅτι δʼ ἐκαλοῦντο οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταὶ Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ περὶ Χορῶν. τοὺς δὲ νῦν Ὁμηριστὰς ὀνομαζομένους πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος ὁ Φαληρεύς. Χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. Κλέαρχος δʼ ἐν τῷ προτέρῳ περὶ Γρίφων τὰ Ἀρχιλόχου, φησίν, ὁ Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐραψῴδει. Λυσανίας δʼ ἐν τῷ πρώτῳ περὶ Ἰαμβοποιῶν Μνασίωνα τὸν ῥαψῳδὸν λέγει ἐν ταῖς δείξεσι τῶν Σιμωνίδου τινὰς ἰάμβων ὑποκρίνεσθαι. τοὺς δʼ Ἐμπεδοκλέους Καθαρμοὺς ἐραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ. Ἰάσων δʼ ἐν τρίτῳ περὶ τῶν Ἀλεξάνδρου Ἱερῶν ἐν Ἀλεξανδρείᾳ φησὶν ἐν τῷ μεγάλῳ θεάτρῳ ὑποκρίνασθαι Ἡγησίαν τὸν κωμῳδὸν τὰ Ἡσιόδου, Ἑρμόφαντον δὲ τὰ Ὁμήρου.
|