Book 13
οὐκ αἰσθάνονται δʼ οὐδʼ οἱ παρʼ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς· οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδʼ ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη· οὐ σύμφορον νέα ʼστὶ πρεσβύτῃ γυνή. ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμʼ ἀπορρήξασα δὲ ἐκ νυκτὸς ἕτερον λιμένʼ ἔχουσʼ ἐξευρέθη.
|