Εὔβουλος δʼ ἐν Χρυσίλλᾳ· κακὸς κακῶς ἀπόλοιθʼ ὅστις γυναῖκα δεύτερος ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς. ὃ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὃ δʼ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος. καὶ προελθών φησιν· ὦ Ζεῦ πολυτίμητʼ, εἶτʼ ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας; νὴ Δίʼ ἀπολοίμην ἄρα, πάντων ἄριστον κτημάτων. εἰ δʼ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ γε μέγα πρᾶγμʼ. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακή· Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλʼ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι — τίς; οἴμοι δείλαιος, ταχέως γέ μʼ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δʼ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. Ἀριστοφῶν δʼ ἐν Καλλωνίδῃ· κακὸς κακῶς ἀπόλοιθʼ ὁ γήμας δεύτερος θνητῶν. ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει· οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχʼ· ὁ δʼ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν. καὶ Ἀντιφάνης ἐν Φιλοπάτορι· γεγάμηκε δήπου. Β. τί σὺ λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον; Μένανδρος δʼ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι· οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ καὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. Β. δεδογμένον τὸ πρᾶγμʼ· ἀνερρίφθω κύβος. Α. πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκὸν οὐδʼ Αἰγαῖον οὐδὲ ....., οὗ τῶν τριάκοντʼ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δʼ οὐδὲ εἷς σέσωσθʼ ὅλως. ἐν δὲ Ἐμπιμπραμένῃ· ἐξώλης ἀπόλοιθʼ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθʼ ὁ δεύτερος, εἶθʼ ὁ τρίτος, εἶθʼ ὁ τέταρτος, εἶθʼ ὁ Μεταγένης. Καρκίνος δʼ ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχή ὦ νύκτες, φησίν· ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν; ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκʼ εἴπῃς μόνον.
|