οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον, ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον ψυχὰς οἰχομένων, λίμνης δʼ ἐπὶ μακρὸν ἀυτεῖ ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων. πόλλʼ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων Ὀρφεύς, παντοίους δʼ ἐξανέπεισε θεούς· Κωκυτόν τʼ ἀθέμιστον ἐπʼ ὀφρύσι μηνίσαντα ἠδὲ καὶ αἰνοτάτου βλέμμʼ ὑπέμεινε κυνός, ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δʼ ὄμμα, σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς. ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου. οὐ μὴν οὐδʼ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην· ἥ τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, Ῥάριον ὀργειῶνι νόμῳ διαποιπνύουσα Δήμητρα· γνωστὴ δʼ ἐστὶ καὶ εἰν Ἀίδῃ. φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον Ἡσίοδον πάσης ἤρανον ἱστορίης Ἀσκραίων ἐσικέσθαι ἐρῶνθʼ Ἑλικωνίδα κώμην· ἔνθεν ὅ γʼ Ἠοίην μνώμενος Ἀσκραικὴν πόλλʼ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους, ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος. αὐτὸς δʼ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει ἥδιστον πάντων δαίμονα μουσοπόλον, λεπτὴν δʼ ᾗσʼ Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης· ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον, πολλὸν ἀπʼ εὐρείης λειπόμενος πατρίδος· ἔκλεε δʼ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων. Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς ἦχον καὶ μαλακοῦ πνεῦμʼ ἀπὸ πενταμέτρου. καίετο μὲν Ναννοῦς· πολιῷ δʼ ἐπὶ πολλάκι λωτῷ κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ. ἣ δʼ ἠχθεεδʼ Ἑρμόβιον τὸν αἰεὶ βαρὺν ἠδὲ Φερεκλῆν ἐχθρὸν μισήσας οἷʼ ἀνέπεμψεν ἔπη. Λυδῆς δʼ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος πληγεὶς Πακτωλοῦ ῥεῦμʼ ἐπέβη ποταμοῦ· δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν κλαίων, αἰάζων δʼ ἦλθεν ἀποπρολιπὼν ἄκρην ἐς Κολοφῶνα· γόων δʼ ἐνεπλήσατο βίβλους ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου. Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους, Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον, γινώσκεις. ὁ δʼ ἀοιδὸς ἀηδόνος ἠράσαθʼ ὕμνων Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ. καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι· φοίτα δʼ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δʼ αὐτὴν οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα, Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λέκτον πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας. Ἀτθὶς δʼ οἷα μέλισσα πολυπρήωνα Κολώνην λείπουσʼ ἐν τραγικαῖς ᾖδε χοροστασίαις Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ... ....... Ζεὺς ἔπορεν Σοφοκλεῖ. φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα τόξου νυκτερινὰς οὐκ ἀποθέσθʼ ὀδύνας· ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας Αἰγείων, μέθεπεν δʼ Ἀρχέλεω ταμίην· εἰσόκε .. δαίμων, Εὐριπίδη, εὕρετʼ ὄλεθρον, Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν. ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως, γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης αὐτοῖς μηλείοις θήκαθʼ ὑπὸ προγόνοις. οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν. οὐδὲ μὲν οὐδʼ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην, οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξατο μῆτις καὶ δεινὴ μύθων κῆδος ἔχουσʼ ἀρετή, οὐδʼ οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν φαινόμενον, δεινὸν δʼ ἦλθον ὑφʼ ἡνίοχον. οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ βαιῇ ἐνὶ σφαίρῃ πάντʼ ἀπομασσόμενον. οἵῳ δʼ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ Κύπρις μηνίουσα πυρὸς μένει. ἐκ δὲ βαθείης ψυχῆς κουφοτέρας ἐξεπόνησʼ ἀνίας, οἰκίʼ ἐς Ἀσπασίης πωλεύμενος· οὐδέ τι τέκμαρ εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους. ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ, δεινὸν ὅτʼ Ἀπιδανῆς Λαίδος ἠράσατο ὀξὺς Ἀρίστιππος, πάσας δʼ ἠνήνατο λέσχας φεύγων ουδαμενον ἐξεφόρησε βίωι.
Kaibel Dialogi Personae
|