τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτί τῶν ἐπῶν· ὦ δυστυχεῖς ἡμεῖς ... οἱ πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν· γυναιξὶ δοῦλοι ζῶμεν ἀντʼ ἐλευθέρων. ἔπειτʼ ἔχειν προῖκʼ, οὐχὶ τιμὴν πάσχομεν; πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἳ μέν γε συγγνώμην ἔχουσʼ ἀδικούμενοι, αὗται δʼ ἀδικοῦσαι καὶ προσεγκαλοῦσʼ ἔτι· ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δʼ ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσʼ ἑκάστοτε. Ξέναρχος δʼ ἐν Ὕπνῳ φησίν· εἶτʼ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδʼ ὁτιοῦν φωνῆς ἔνι; Φιλέταιρος Κορινθιαστῇ· ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμʼ ἔχει. οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις δʼ ἐν Ἀθάμαντι· εἶτʼ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλʼ εἰκότως. ἣ μὲν νόμῳ γὰρ καταφρονοῦσʼ ἔνδον μένει, ἣ δʼ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.
|