DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
6

αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν· μὰ Δίʼ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις οὐδʼ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δʼ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου. Ἀναξίλας δὲ ἐν Νεοττίδι φησίν· ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὐ γένος τίς ἂν δύναιτο παρανομώτατον φράσαι· τίς γὰρ δράκαινʼ ἄμικτος Χίμαιρα πυρπνόος Χάρυβδις τρίκρανος Σκύλλα, ποντία κύων, Σφίγξ, Ὕδρα, λέαινʼ, ἔχιδνα, πτηνά θʼ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; οὐκ ἔνεσθʼ· αὗται δʼ ἁπάντων ὑπερέχουσι τῶν κακῶν. ἔστι δὲ σκοπεῖν ἀπʼ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους· εἷς μόνος δʼ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετʼ ἐκ τῆς οἰκίας. οἱ Σινώπῃ δʼ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν; γραῦς μὲν αὐτή, παραπέφυκε δʼ Γνάθαινα πλησίον, ὥστʼ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν. δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύʼ ἀποπνίξασʼ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλʼ ἐξέπεσεν πορθμὶς ἐλατίνῳ πλάτῃ· δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ τόν τε ναύκληρον λαβοῦσα καταπέπωκʼ αὐτῷ σκάφει. Θεανὼ δʼ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαλοῦσʼ ἁπλῶς μὲν οὐδέν, ἀλλʼ ἐν αἰνιγμοῖς τισιν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως. εἶτα τετράπους μοι γένοιτο, φησὶ τήνπρος ἢ, θρόνος, εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους. εἶθʼ μὲν γνοὺς ταῦτʼ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους, οὐδʼ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δʼ ἄκων μόνος. οἳ δʼ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι καὶ φέρονθʼ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δʼ οὐδὲ ἓν ἔσθʼ ἑταίρας ὅσα περ ἔστιν θηρίʼ ἐξωλέστερον.
Kaibel Index Scriptorum
ANAXILAS
EVBVLVS

ALEXIS
SATYRVS
Kaibel Dialogi Personae
LARENSIS

LEONIDAS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License