DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
77

λεπτότερος δʼ ἦν καὶ ΦΙΛΗΤΑΣ Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε, ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη. Πολέμων δʼ περιηγητὴς ἐν τῷ περὶ Θαυμασίων ΑΡΧΕΣΤΡΑΤΟΝ φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα· οὕτως ἦν ἰσχνός. δʼ αὐτὸς ἱστορεῖ, ὡς καὶ ΠΑΝΑΡΕΤΟΣ ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων· ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας. Μητρόδωρος δʼ Σκήψιος ἐν δευτέρῳ περὶ Ἀλειπτικῆς Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον μικρὸν γενέσθαι τὸ σῶμα, ἀλλὰ καὶ λεπτόν, ἀκρότονον δʼ οὕτως ὡς πρὸς τοῖς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, τῶν ἐλαφρῶν σωμάτων διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν οὐκ ἐχόντων βιαίαν τὴν φοράν. λεπτὸς δʼ ἦν καὶ ΦΙΛΙΠΠΙΔΗΣ, καθʼ οὗ λόγος ἐστὶν Ὑπερείδῃ τῷ ῥήτορι, λέγων αὐτὸν ἕνα τῶν πολιτευομένων εἶναι. ἦν δʼ εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς Ὑπερείδης ἔφη Ἄλεξίς τʼ ἐν Θεσπρωτοῖς φησιν· Ἑρμῆ θεῶν προπομπὲ καὶ Φιλιππίδου κληροῦχε, Νυκτός τʼ ὄμμα τῆς μελαμπέπλου. καὶ Ἀριστοφῶν Πλάτωνι· ἐν ἡμέραις τρισὶν ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου. Β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς; Μένανδρος δὲ Ὀργῇ· λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν· ὅτι δὲ καὶ πεφιλιππιδῶσθαι ἔλεγον τὸ λελεπτύνθαι Ἄλεξις ἐν Μανδραγοριζομένῃ φησίν· κακῶς ἔχει· στρουθὶς ἀκαρὴς νὴ Δίʼ ἐγένου· πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει· ὅσον οὐ τέθνηκα. Α. τοῦ ταλαιπώρου πάθους. πολλῷ οὖν κάλλιόν ἐστι τοιοῦτόν τινα εἶναι τὴν ἰδέαν ὥς φησιν Ἀντιφάνης ἐν Αἰόλῳ· τοῦτον οὖν διʼ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι. Ἡρακλείδης δὲ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ΔΕΙΝΙΑΝ φησὶ τὸν μυροπώλην διὰ τρυφὴν εἰς ἔρωτας ἐμπεσόντα καὶ πολλὰ χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα ἐκτεμεῖν αὑτοῦ τὰ αἰδοῖα, ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License