ἦν δʼ ὄντως λεπτότατος καὶ μακρότατος ὁ ΚΙΝΗΣΙΑΣ, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις, Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν· παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη Φθιῶτʼ Ἀχιλλεῦ .... ἄλλοι δʼ αὐτόν, ὡς καὶ Ἀριστοφάνης, πολλάκις εἰρήκασι φιλύρινον Κινησίαν διὰ τὸ φιλύρας τοῦ ξύλου λαμβάνοντα σανίδα συμπεριζώννυσθαι, ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. ὅτι δὲ ἦν ὁ Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν. ὅτι δὲ ὁ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι. λέγει δʼ οὕτως ὁ ῥήτωρ· θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δʼ ἀκούετε καθʼ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις· οὐ μὴν ὡς τοῦτο διαπραξόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλʼ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο ὥσπερ εἰκὸς τοὺς τοιούτους. τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι παράδειγμα τοῖς ἄλλοις, ἵνʼ εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλʼ αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους αὐτοῖς ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασίν ἐστι, τὸ δʼ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθʼ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν. περὶ μὲν οὖν Κινησίου ταῦτα ὁ ῥήτωρ εἴρηκεν.
Kaibel Dialogi Personae
|