DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
98

ΣΑΝΝΑΚΙΑ. Κράτης ἐν πέμπτῳ Ἀττικῆς Διαλέκτου ἔκπωμά φησιν εἶναι οὕτως καλούμενον. ἐστὶ δὲ Περσικόν. Φιλήμων δʼ ἐν τῇ Χήρᾳ βατιακῶν μνησθεὶς καὶ τῇ γελοιότητι τοῦ ὀνόματος προσπαίξας φησί· σαννάκρα ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια. ΣΕΛΕΥΚΙΣ. ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν προσηγορίαν ἔσχεν τὸ ἔκπωμα προείρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου. Πολέμων δʼ ἐν πρώτῳ τῶν πρὸς Ἀδαῖον ποτήρια, φησί, παραπλήσια Σελευκίς, Ῥοδιάς, Ἀντιγονίς. ΣΚΑΛΛΙΟΝ κυλίκιον μικρόν, σπένδουσιν Αἰολεῖς, ὡς Φιλητᾶς φησιν ἐν Ἀτάκτοις.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License