Book 11
ΠΕΝΤΑΠΛΟΑ. μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρᾳ Ἀτθίδος. Ἀριστόδημος δʼ ἐν τρίτῳ περὶ Πινδάρου τοῖς Σκίροις φησὶν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου· τρέχειν δʼ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δʼ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς ἱεροῦ, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δʼ ἡ κύλιξ καλεῖται καθʼ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ. ΠΕΤΑΧΝΟΝ ποτήριον ἐκπέταλον, οὗ μνημονεύει Ἄλεξις ἐν Δρωπίδῃ· πρόκειται δὲ τὸ μαρτύριον μνημονεύει αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Δράμασι λέγων· πάντες δʼ ἔνδον πεταχνοῦνται.
|