DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
30

ΓΡΑΜΜΑΤΙΚΟΝ ΕΚΠΩΜΑ τὸ γράμματα ἔχον ἐγκεχαραγμένα. Ἄλεξις· τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ, παλαιόν, ὦτα συντεθλασμένον σφόδρα, ἔχον κύκλῳ τε γράμματʼ. Β. ἆρά γʼ ἕνδεκα χρυσᾶ Διὸς σωτῆρος; Α. οὐκ ἄλλου μὲν οὖν. τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν. Ἀχαιὸς δʼ τραγικὸς ἐν Ὀμφάλῃ καὶ αὐτὸς περὶ γραμματικοῦ ποτηρίου ποιεῖ τοὺς Σατύρους τάδε λέγοντας· δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι τὸ γράμμα φαίνων, δέλτʼ, ἰῶτα καὶ τρίτον οὖ, νῦ τό τʼ πάρεστι, κοὐκ ἀπουσίαν ἐκ τοὐπέκεινα σὰν τό τʼ οὖ κηρύσσετον. ἐν τούτοις λείπει τὸ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφʼ ἧς νῦν τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον ἔδει σημαίνειν διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθʼ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα. κἀν τοῖς προκειμένοις οὖν οἱ Σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ ὖ, ἵνʼ Διονύσου. τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ· τὸ δὲ ῥῶ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τοὺς τὸ Σ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν. Ἀριστοφάνης Νεφέλαις· οὔτʼ αὐτὸς οὔθʼ ζύγιος οὔθʼ σαμφόρας. καὶ Πίνδαρος δέ φησι πρὶν μὲν ἧρπε σχοινοτένειά τʼ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων. μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως· μισῶ κάκιστον γραμματικὸν ἔκπωμʼ ἀεί. ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται ὅμοια.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License