DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
25

ὅτι ἐστὶ ποτήριον ΑΜΑΛΘΕΙΑΣ ΚΕΡΑΣ καὶ ΕΝΙΑΥΤΟΣ καλούμενον. ΑΜΦΩΞΙΣ ξύλινον ποτήριον, χρῆσθαι τοὺς ἀγροίκους Φιλητᾶς φησι, τοὺς ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας. ΑΜΥΣΤΙΣ. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δʼ οὕτω καὶ τὰ ποτήρια, ἀφʼ ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ἐφʼ ἓν πνεῦμα πιεῖν, ὡς κωμικὸς Πλάτων· λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· ἔπειτʼ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν. ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένον πρὸς ὠκύτητα χρόνου. ὡς Ἀμειψίας· αὔλει μοι μέλος· σὺ δʼ ᾆδε πρὸς τήνδʼ, ἐκπίομαι δʼ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. Β. οὐ χρὴ πόλλʼ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλʼ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Philetas
Plato

Anicetus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License